15.208ταῦτα προσεκλύσαντα τὰς ἐντολὰς ἐξαγγεῖλαι Μαριάμμη χαλεπῶς ἤκουσεν, εἰ μηδὲν πέρας αὐτῇ τῶν ἐξ Ἡρώδου κινδύνων ἔσται, χαλεπῶς δὲ διέκειτο, μηδενὸς μὲν τυχεῖν αὐτὸν τῶν ἴσων εὐχομένη, δυσύποιστον δʼ εἰ τύχοι τὸν μετʼ αὐτοῦ βίον κρίνουσα. καὶ τοῦτο διέδειξεν ἐν ὑστέρῳ μηδὲν ἐπικρυψαμένη τοῦ κατʼ αὐτὴν πάθους.
15.209
Ὁ μὲν γὰρ ἐπὶ μεγάλοις οἷς παρʼ ἐλπίδας εὐτυχήκει καταπεπλευκὼς πρώτῃ μέν, ὡς εἰκός, τῇ γυναικὶ περὶ τούτων εὐηγγελίζετο, μόνην δὲ ἐκ πάντων διὰ τὸν ἔρωτα καὶ τὴν οὖσαν αὐτῷ συνήθειαν προτιμῶν ἠσπάζετο.
15.210τῇ δʼ οὔτε τὰς εὐημερίας διηγουμένου χαίρειν μᾶλλον ἢ χαλεπῶς φέρειν συνέβαινεν οὔτʼ ἐπικρύπτεσθαι τὸ πάθος δυνατὸν ἦν. ἀλλʼ ὑπʼ ἀδοξίας καὶ τῆς περιούσης εὐγενείας πρὸς μὲν τοὺς ἀσπασμοὺς ἀνέστενεν, τοῖς δὲ διηγήμασιν ἄχθεσθαι μᾶλλον ἢ συγχαίρειν ἐνέφαινεν, ὡς οὐχ ὕποπτα μόνον ἀλλὰ καὶ καταφανῆ γινόμενα τὸν Ἡρώδην ἐπιταράττειν.
15.211ἠδημόνει μὲν γὰρ ὁρῶν τὸ παράλογον τῆς γυναικὸς εἰς αὐτὸν μῖσος οὐκ ἀποκεκρυμμένον, ἤχθετο δὲ τῷ πράγματι καὶ τὸν ἔρωτα φέρειν ἀδυνατῶν ταῖς τε ὀργαῖς καὶ ταῖς διαλλαγαῖς οὐκ ἐνέμενεν, ἀεὶ δὲ ἀπὸ θατέρου μεταβαίνων εἰς θάτερον ἐφʼ ἑκατέρῳ πολλὴν εἶχεν ἀπορίαν.
15.212οὕτως οὖν ἐν μέσῳ τοῦ στυγεῖν καὶ στέργειν ἀποληφθεὶς καὶ πολλάκις ἕτοιμος ὢν ἀμύνασθαι τῆς ὑπερηφανίας αὐτὴν διὰ τὸ προκατειλῆφθαι τὴν ψυχὴν ἀσθενέστερος εἰς τὸ μεταστήσασθαι τὴν ἄνθρωπον ἐγίνετο. τὸ δὲ σύμπαν ἡδέως ἂν ἐκείνην κολάσας ἐδεδοίκει, μὴ λάθοι μείζονα παρʼ αὐτοῦ τὴν τιμωρίαν ἀποθανούσης εἰσπραττόμενος.